Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.301 Joseph. AJ 16.306 (English) >>Joseph. AJ 16.311

16.304τέλος δὲ τοιοῦτος ἑκάστῳ κατὰ τὰς συντυχίας ἀπέβαινεν, ὡς ἐκείνῳ μὲν εἶναι φίλος τοῖς δὲ ἄλλοις δοκεῖν κατὰ τὸ συμφέρον ἐκείνῳ προσεῖναι. οὗτος Ἀλέξανδρον παράγει νέον ὄντα καὶ περὶ ὧν ἐπεπόνθει μηδενὶ μὲν πρὸς ἐκεῖνον δὲ μόνον ἀδεῶς πεπεισμένον ἐξεῖναι λέγειν· 16.305ἐνέφαινεν οὖν ἀχθόμενος, ὡς πατὴρ ἠλλοτρίωτο, καὶ τὰ περὶ τὴν μητέρα διηγεῖτο καὶ τὸν Ἀντίπατρον, ὅτι παρωθούμενος αὐτοὺς τῆς τιμῆς τὰ πάντα ἤδη δύναται. τούτων δὲ ἀνεκτὸν οὐδὲν ἔφη κατεσκευασμένου πρὸς μῖσος ἤδη τοῦ πατρός, ὡς μηδὲ συμποσίοις συλλόγοις ἀνέχεσθαι λέγων. 16.306τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφʼ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτʼ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν. 16.307Ἀντίπατρος μὲν οὖν εὔνουν ὑπολαμβάνων ἐκ τούτων μεγάλας αὐτῷ παρʼ ἕκαστα δωρεὰς ἐδίδου καὶ τέλος ἤδη πείθει πρὸς τὸν Ἡρώδην ἀναφέρειν τὸν λόγον. 16.308 δʼ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλʼ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.301 Joseph. AJ 16.306 (English) >>Joseph. AJ 16.311

Powered by PhiloLogic